Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.389 Joseph. BJ 5.395 (English) >>Joseph. BJ 5.402

5.393ἀλλʼ ὑμεῖς, ἵνʼ ἐάσω τἄνδον, οὐ γὰρ ἂν ἑρμηνεῦσαι δυναίμην τὰς παρανομίας ὑμῶν ἀξίως, ἐμὲ τὸν παρακαλοῦντα πρὸς σωτηρίαν ὑμᾶς βλασφημεῖτε καὶ βάλλετε, παροξυνόμενοι πρὸς τὰς ὑπομνήσεις τῶν ἁμαρτημάτων καὶ μηδὲ τοὺς λόγους φέροντες ὧν τἆργα δρᾶτε καθʼ ἡμέραν. 5.394τοῦτο δʼ, ἡνίκα Ἀντιόχου τοῦ κληθέντος Ἐπιφανοῦς προσκαθεζομένου τῇ πόλει πολλὰ πρὸς τὸ θεῖον ἐξυβρικότος, οἱ πρόγονοι μετὰ τῶν ὅπλων προῆλθον, αὐτοὶ μὲν ἀπεσφάγησαν ἐν τῇ μάχῃ, διηρπάγη δὲ τὸ ἄστυ τοῖς πολεμίοις, ἠρημώθη δʼ ἔτη τρία καὶ μῆνας ἓξ τὸ ἅγιον.

-- --

καὶ τί δεῖ τἆλλα λέγειν; 5.395ἀλλὰ Ῥωμαίους τίς ἐστρατολόγησε κατὰ τοῦ ἔθνους; οὐχ τῶν ἐπιχωρίων ἀσέβεια; πόθεν δʼ ἠρξάμεθα δουλείας; 5.396ἆρʼ οὐχὶ ἐκ στάσεως τῶν προγόνων, ὅτε Ἀριστοβούλου καὶ Ὑρκανοῦ μανία καὶ πρὸς ἀλλήλους ἔρις Πομπήιον ἐπήγαγεν τῇ πόλει καὶ Ῥωμαίοις ὑπέταξεν θεὸς τοὺς οὐκ ἀξίους ἐλευθερίας; 5.397τρισὶ γοῦν μησὶ πολιορκηθέντες ἑαυτοὺς παρέδοσαν, οὔθʼ ἁμαρτόντες εἰς τὰ ἅγια καὶ τοὺς νόμους ἡλίκα ὑμεῖς καὶ πολὺ μείζοσιν ἀφορμαῖς πρὸς τὸν πόλεμον χρώμενοι. 5.398τὸ δʼ Ἀντιγόνου τέλος τοῦ Ἀριστοβούλου παιδὸς οὐκ ἴσμεν, οὗ βασιλεύοντος θεὸς ἁλώσει πάλιν τὸν λαὸν ἤλαυνε πλημμελοῦντα, καὶ Ἡρώδης μὲν Ἀντιπάτρου Σόσσιον, Σόσσιος δὲ Ῥωμαίων στρατιὰν ἤγαγεν, περισχεθέντες δʼ ἐπὶ μῆνας ἓξ ἐπολιορκοῦντο, μέχρι δίκας τῶν ἁμαρτιῶν δόντες ἑάλωσαν καὶ διηρπάγη τοῖς πολεμίοις πόλις;



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.389 Joseph. BJ 5.395 (English) >>Joseph. BJ 5.402

Powered by PhiloLogic